Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.253 Joseph. AJ 19.259 (English) >>Joseph. AJ 19.264

19.256ἐν τοιούτοις δὲ ὄντων Χαιρέας τὴν ὀργὴν οὐκ ἀνασχόμενος πρὸς τὴν αἴτησιν τοῦ αὐτοκράτορος δώσειν ἐπηγγέλλετο στρατηγόν, εἴ τις αὐτῷ σημεῖον παρὰ Εὐτύχου κομίσειεν. 19.257ἦν δὲ Εὔτυχος οὗτος ἡνίοχος τοῦ καλουμένου πρασίνου περισπούδαστος Γαΐῳ, καὶ περὶ τὰς οἰκοδομὰς τῶν στάσεων τοῦ περὶ ἐκεῖνον ἱππικοῦ τὸ στρατιωτικὸν ἐτρίβετο ἀτίμοις ἐργασίαις ἐπικείμενον. 19.258εἰς ἅπερ Χαιρέας ὠνείδιζεν αὐτοὺς καὶ ἕτερα πολλὰ τοιαῦτα, τήν τε κεφαλὴν κομιεῖν τοῦ Κλαυδίου· δεινὸν γάρ, εἰ μετὰ μανίαν παραφροσύνῃ δώσουσι τὴν ἡγεμονίαν. 19.259οὐ μὴν διετράπησάν γε ὑπὸ τῶν λόγων, ἀλλὰ σπασάμενοι τὰς μαχαίρας καὶ τὰ σημεῖα ἀράμενοι ᾤχοντο ὡς τὸν Κλαύδιον κοινωνήσοντες τοῖς ὀμνύουσιν αὐτῷ. κατελείπετο δὲ τε σύγκλητος ἐπʼ ἐρημίας τῶν ἀμυνούντων καὶ οἱ ὕπατοι μηδὲν ἰδιωτῶν διαφέροντες. 19.260ἔκπληξίς τε καὶ κατήφεια ἦν, οὐδʼ ὅτι χρήσαιντο αὐτοῖς τῶν ἀνθρώπων εἰδότων διὰ τὸ ἀνηρεθίσθαι τὸν Κλαύδιον ἐπʼ αὐτοῖς, ἀλλήλοις τε ἐλοιδοροῦντο, καὶ μετάμελος ἦν αὐτοῖς. 19.261καὶ Σαβῖνος εἷς τῶν Γαΐου σφαγέων σφάζειν πρότερον αὑτὸν ἠπείλει παρελθὼν εἰς μέσους Κλαύδιον ἄρχοντα στήσεσθαι καὶ δουλοκρατίαν ἐπόψεσθαι καταλαβοῦσαν, τόν τε Χαιρέαν εἰς φιλοψυχίαν ἐπέπλησσεν, εἰ καταφρονήσας Γαΐου πρῶτος ἀγαθὸν ὑπολαμβάνοι τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ οὕτως ἀποδοθῆναι δυναμένης τῇ πατρίδι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.253 Joseph. AJ 19.259 (English) >>Joseph. AJ 19.264

Powered by PhiloLogic